ἐνιαυτοῦ δὲ περιφερομένου αὖτις ποιεῦσι τοιόνδε · λαβόντες τῶν λοιπῶν θεραπόντων τοὺς ἐπιτηδεοτάτους (οἳ δὲ εἰσὶ Σκύθαι ἐγγενέες · οὗτοι γὰρ θεραπεύουσι τοὺς ἂν αὐτὸς ὁ βασιλεὺς κελεύσῃ ἀργυρώνητοι δὲ οὐκ εἰσί σφι θεράποντες ) , τούτων
ὦν τῶν διηκόνων ἐπεὰν ἀποπνίξωσι πεντήκοντα καὶ ἵππους τοὺς καλλίστους πεντήκοντα , ἐξελόντες αὐτῶν τὴν κοιλίην καὶ καθήραντες ἐμπιπλᾶσι ἀχύρων καὶ συρράπτουσι . ἁψῖδος
δὲ ἥμισυ ἐπὶ δύο ξύλα στήσαντες ὕπτιον καὶ τὸ ἕτερον ἥμισυ τῆς ἁψῖδος ἐπʼ ἕτερα δύο , καταπήξαντες τρόπῳ τοιούτῳ πολλὰ ταῦτα , ἔπειτα τῶν ἵππων κατὰ τὰ μήκεα ξύλα παχέα διελάσαντες μέχρι τῶν τραχήλων ἀναβιβάζουσι αὐτοὺς ἐπὶ τὰς ἁψῖδας · τῶν
δὲ αἱ μὲν πρότεραι ἀψῖδες ὑπέχουσι τοὺς ὤμους τῶν ἵππων , αἱ δὲ ὄπισθε παρὰ τοὺς μηροὺς τὰς γαστέρας ὑπολαμβάνουσι · σκέλεα δὲ ἀμφότερα κατακρέμαται μετέωρα . χαλινοὺς δὲ καὶ στόμια ἐμβαλόντες ἐς τοὺς ἵππους κατατείνουσι ἐς τὸ πρόσθε αὐτῶν καὶ ἔπειτα ἐκ πασσάλων δέουσι . τῶν
δὲ δὴ νεηνίσκων τῶν ἀποπεπνιγμένων τῶν πεντήκοντα ἕνα ἕκαστον ἀναβιβάζουσι ἐπὶ τὸν ἵππον , ὧδε ἀναβιβάζοντες , ἐπεὰν νεκροῦ ἑκάστου παρὰ τὴν ἄκανθαν ξύλον ὀρθὸν διελάσωσι μέχρι τοῦ τραχήλου · κάτωθεν δὲ ὑπερέχει τοῦ ξύλου τούτου τὸ ἐς τόρμον πηγνύουσι τοῦ ἑτέρου ξύλου τοῦ διὰ τοῦ ἵππου . ἐπιστήσαντες δὲ κύκλῳ τὸ σῆμα ἱππέας τοιούτους ἀπελαύνουσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.