δευτέρῃ δὲ λέγουσι γενεῇ μετὰ ταῦτα Ἀλέξανδρον τὸν Πριάμου , ἀκηκοότα ταῦτα , ἐθελῆσαί οἱ ἐκ τῆς Ἑλλάδος διʼ ἁρπαγῆς γενέσθαι γυναῖκα , ἐπιστάμενον πάντως ὅτι οὐ δώσει δίκας . οὐδὲ γὰρ ἐκείνους διδόναι .
οὕτω δὴ ἁρπάσαντος αὐτοῦ Ἑλένην , τοῖσι Ἕλλησι δόξαι πρῶτὸν πέμψαντας ἀγγέλους ἀπαιτέειν τε Ἑλένην καὶ δίκας τῆς ἁρπαγῆς αἰτέειν . τοὺς δέ , προϊσχομένων ταῦτα , προφέρειν σφι Μηδείης τὴν ἁρπαγήν , ὡς οὐ δόντες αὐτοὶ δίκας οὐδὲ ἐκδόντες ἀπαιτεόντων βουλοίατό σφι παρʼ ἄλλων δίκας γίνεσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.