Κροῖσος δὲ ἐπείτε διαβὰς σὺν τῷ στρατῷ ἀπίκετο τῆς Καππαδοκίης ἐς τὴν Πτερίην καλεομένην (ἡ δὲ Πτερίη ἐστὶ τῆς χώρης ταύτης τὸ ἰσχυρότατον , κατὰ Σινώπην πόλιν τὴν ἐν Εὐξείνῳ πόντῳ μάλιστά κῃ κειμένη) , ἐνθαῦτα ἐστρατοπεδεύετο φθείρων τῶν Συρίων τοὺς κλήρους ·
καὶ εἷλε μὲν τῶν Πτερίων τὴν πόλιν καὶ ἠνδραποδίσατο , εἷλε δὲ τὰς περιοικίδας αὐτῆς πάσας , Συρίους τε οὐδὲν ἐόντας αἰτίους ἀναστάτους ἐποίησε . Κῦρος δὲ ἀγείρας τὸν ἑωυτοῦ στρατὸν καὶ παραλαβὼν τοὺς μεταξὺ οἰκέοντας πάντας ἠντιοῦτο Κροίσῳ . πρὶν
δὲ ἐξελαύνειν ὁρμῆσαι τὸν στρατόν , πέμψας κήρυκας ἐς τοὺς Ἴωνας ἐπειρᾶτο σφέας ἀπὸ Κροίσου ἀπιστάναι . Ἴωνες μέν νυν οὐκ ἐπείθοντο . Κῦρος δὲ ὡς ἀπίκετο καὶ ἀντεστρατοπεδεύσατο Κροίσῳ , ἐνθαῦτα ἐν τῇ Πτερίῃ χωρῇ ἐπειρῶντο κατὰ τὸ ἰσχυρὸν ἀλλήλων . μάχης
δὲ καρτερῆς γενομένης καὶ πεσόντων ἀμφοτέρων πολλῶν , τέλος οὐδέτεροι νικήσαντες διέστησαν νυκτὸς ἐπελθούσης . καὶ τὰ μὲν στρατόπεδα ἀμφότερα οὕτω ἠγωνίσατο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.