καὶ οἳ μὲν παρηγόρεον Ἀμομφάρετον μοῦνον Λακεδαιμονίων τε καὶ Τεγεητέων λελειμμένον , Ἀθηναῖοι δὲ ἐποίευν τοιάδε · εἶχον ἀτρέμας σφέας αὐτοὺς ἵνα ἐτάχθησαν , ἐπιστάμενοι τὰ Λακεδαιμονίων φρονήματα ὡς ἄλλα φρονεόντων καὶ ἄλλα λεγόντων ·
ὡς δὲ ἐκινήθη τὸ στρατόπεδον , ἔπεμπον σφέων ἱππέα ὀψόμενόν τε εἰ πορεύεσθαι ἐπιχειρέοιεν οἱ Σπαρτιῆται , εἴτε καὶ τὸ παράπαν μὴ διανοεῦνται ἀπαλλάσσεσθαι , ἐπειρέσθαι τε Παυσανίην τὸ χρεὸν εἴη ποιέειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.