ἦ δὴ ὅ τε οὐρανὸς ἔνερθε ἔσται τῆς γῆς καὶ ἡ γῆ μετέωρος ὑπὲρ τοῦ οὐρανοῦ , καὶ ἄνθρωποι νομὸν ἐν θαλάσσῃ ἕξουσι καὶ ἰχθύες τὸν πρότερον ἄνθρωποι , ὅτε γε ὑμεῖς ὦ Λακεδαιμόνιοι ἰσοκρατίας καταλύοντες τυραννίδας ἐς τὰς πόλις κατάγειν παρασκευάζεσθε , τοῦ οὔτε ἀδικώτερον ἐστὶ οὐδὲν κατʼ ἀνθρώπους οὔτε μιαιφονώτερον .
εἰ γὰρ δὴ τοῦτό γε δοκέει ὑμῖν εἶναι χρηστὸν ὥστε τυραννεύεσθαι τὰς πόλις , αὐτοὶ πρῶτοι τύραννον καταστησάμενοι παρὰ σφίσι αὐτοῖσι οὕτω καὶ τοῖσι ἄλλοισι δίζησθε κατιστάναι · νῦν δὲ αὐτοὶ τυράννων ἄπειροι ἐόντες , καὶ φυλάσσοντες τοῦτο δεινότατα ἐν τῇ Σπάρτῃ μὴ γενέσθαι , παραχρᾶσθε ἐς τοὺς συμμάχους . εἰ δὲ αὐτοῦ ἔμπειροι ἔατε κατά περ ἡμεῖς , εἴχετε ἂν περὶ αὐτοῦ γνώμας ἀμείνονας συμβαλέσθαι ἤ περ νῦν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.