ἐς μέν νυν Βούβαστιν πόλιν ἐπεὰν κομίζωνται , ποιεῦσι τοιάδε . πλέουσί τε γὰρ δὴ ἅμα ἄνδρες γυναιξὶ καὶ πολλόν τι πλῆθος ἑκατέρων ἐν ἑκάστῃ βάρι · αἳ μὲν τινὲς τῶν γυναικῶν κρόταλα ἔχουσαι κροταλίζουσι , οἳ δὲ αὐλέουσι κατὰ πάντα τὸν πλόον , αἱ δὲ λοιπαὶ γυναῖκες καὶ ἄνδρες ἀείδουσι καὶ τὰς χεῖρας κροτέουσι .
ἐπεὰν δὲ πλέοντες κατά τινα πόλιν ἄλλην γένωνται , ἐγχρίμψαντες τὴν βᾶριν τῇ γῇ ποιεῦσι τοιάδε · αἳ μὲν τινὲς τῶν γυναικῶν ποιεῦσι τά περ εἴρηκα , αἳ δὲ τωθάζουσι βοῶσαι τὰς ἐν τῇ πόλι ταύτῃ γυναῖκας , αἳ δὲ ὀρχέονται , αἳ δὲ ἀνασύρονται ἀνιστάμεναι . ταῦτα παρὰ πᾶσαν πόλιν παραποταμίην ποιεῦσι · ἐπεὰν
δὲ ἀπίκωνται ἐς τὴν Βούβαστιν , ὁρτάζουσι μεγάλας ἀνάγοντες θυσίας , καὶ οἶνος ἀμπέλινος ἀναισιμοῦται πλέων ἐν τῇ ὁρτῇ ταύτῃ ἢ ἐν τῷ ἅπαντι ἐνιαυτῷ τῷ ἐπιλοίπῳ . συμφοιτῶσι δέ , ὅ τι ἀνὴρ καὶ γυνή ἐστι πλὴν παιδίων , καὶ ἐς ἑβδομήκοντα μυριάδας , ὡς οἱ ἐπιχώριοι λέγουσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.