ταῦτα μὲν δὴ ὁ Δηιόκης ἑωυτῷ τε ἐτείχεε καὶ περὶ τὰ ἑωυτοῦ οἰκία , τὸν δὲ ἄλλον δῆμον πέριξ ἐκέλευε τὸ τεῖχος οἰκέειν . οἰκοδομηθέντων δὲ πάντων κόσμον τόνδε Δηιόκης πρῶτος ἐστὶ ὁ καταστησάμενος , μήτε ἐσιέναι παρὰ βασιλέα μηδένα , διʼ ἀγγέλων δὲ πάντα χρᾶσθαι , ὁρᾶσθαι τε βασιλέα ὑπὸ μηδενός , πρός τε τούτοισι ἔτι γελᾶν τε καὶ ἀντίον πτύειν καὶ ἅπασι εἶναι τοῦτό γε αἰσχρόν .
ταῦτα δὲ περὶ ἑωυτὸν ἐσέμνυνε τῶνδε εἵνεκεν , ὅκως ἂν μὴ ὁρῶντες οἱ ὁμήλικες , ἐόντες σύντροφοί τε ἐκείνῳ καὶ οἰκίης οὐ φλαυροτέρης οὐδὲ ἐς ἀνδραγαθίην λειπόμενοι , λυπεοίατο καὶ ἐπιβουλεύοιεν , ἀλλʼ ἑτεροῖός σφι δοκέοι εἶναι μὴ ὁρῶσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.