πανταχῇ ὦν μοι δῆλα ἐστὶ ὅτι ἐμάνη μεγάλως ὁ Καμβύσης · οὐ γὰρ ἂν ἱροῖσί τε καὶ νομαίοισι ἐπεχείρησε καταγελᾶν . εἰ γάρ τις προθείη πᾶσι ἀνθρώποισι ἐκλέξασθαι κελεύων νόμους τοὺς καλλίστους ἐκ τῶν πάντων νόμων , διασκεψάμενοι ἂν ἑλοίατο ἕκαστοι τοὺς ἑωυτῶν · οὕτω νομίζουσι πολλόν τι καλλίστους τοὺς ἑωυτῶν νόμους ἕκαστοι εἶναι .
οὔκων οἰκός ἐστι ἄλλον γε ἢ μαινόμενον ἄνδρα γέλωτα τὰ τοιαῦτα τίθεσθαι · ὡς δὲ οὕτω νενομίκασι τὰ περὶ τοὺς νόμους πάντες ἄνθρωποι , πολλοῖσί τε καὶ ἄλλοισι τεκμηρίοισι πάρεστι σταθμώσασθαι , ἐν δὲ δὴ καὶ τῷδε . Δαρεῖος
ἐπὶ τῆς ἑωυτοῦ ἀρχῆς καλέσας Ἑλλήνων τοὺς παρεόντας εἴρετο ἐπὶ κόσῳ ἂν χρήματι βουλοίατο τοὺς πατέρας ἀποθνήσκοντας κατασιτέεσθαι · οἳ δὲ ἐπʼ οὐδενὶ ἔφασαν ἔρδειν ἂν τοῦτο . Δαρεῖος
δὲ μετὰ ταῦτα καλέσας Ἰνδῶν τοὺς καλεομένους Καλλατίας , οἳ τοὺς γονέας κατεσθίουσι , εἴρετο , παρεόντων τῶν Ἑλλήνων καὶ διʼ ἑρμηνέος μανθανόντων τὰ λεγόμενα , ἐπὶ τίνι χρήματι δεξαίατʼ ἂν τελευτῶντας τοὺς πατέρας κατακαίειν πυρί · οἳ δὲ ἀμβώσαντες μέγα εὐφημέειν μιν ἐκέλευον . οὕτω μέν νυν ταῦτα νενόμισται , καὶ ὀρθῶς μοι δοκέει Πίνδαρος ποιῆσαι νόμον πάντων βασιλέα φήσας εἶναι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.