ὃ μὲν δὴ τοιαῦτα ἔλεγε , ἣ δὲ ἀμείβετο τοῖσιδε . ὦ παῖ , ἐπείτε με λιτῇσι μετέρχεαι εἰπεῖν τὴν ἀληθείην , πᾶν ἐς σὲ κατειρήσεται τὠληθές . ὥς με ἠγάγετο Ἀρίστων ἐς ἑωυτοῦ , νυκτὶ τρίτῃ ἀπὸ τῆς πρώτης ἦλθέ μοι φάσμα εἰδόμενον Ἀρίστωνι , συνευνηθὲν δὲ τοὺς στεφάνους τοὺς εἶχε ἐμοὶ περιετίθεε .
καὶ τὸ μὲν οἰχώκεε , ἧκε δὲ μετὰ ταῦτα Ἀρίστων . ὡς δέ με εἶδε ἔχουσαν στεφάνους , εἰρώτα τίς εἴη μοι ὁ δούς · ἐγὼ δὲ ἐφάμην ἐκεῖνον , ὁ δὲ οὐκ ὑπεδέκετο . ἐγὼ δὲ κατωμνύμην φαμένη αὐτὸν οὐ ποιέειν καλῶς ἀπαρνεόμενον · ὀλίγῳ γὰρ τι πρότερον ἐλθόντα καὶ συνευνηθέντα δοῦναί μοι τοὺς στεφάνους .
ὁρέων δέ με κατομνυμένην ὁ Ἀρίστων ἔμαθε ὡς θεῖον εἴη τὸ πρῆγμα . καὶ τοῦτο μὲν οἱ στέφανοι ἐφάνησαν ἐόντες ἐκ τοῦ ἡρωίου τοῦ παρὰ τῇσι θύρῃσι τῇσι αὐλείῃσι ἱδρυμένου , τὸ καλέουσι Ἀστροβάκου , τοῦτο δὲ οἱ μάντιες τὸν αὐτὸν τοῦτον ἥρωα ἀναίρεον εἶναι .
οὕτω ὦ παῖ ἔχεις πᾶν , ὅσον τι καὶ βούλεαι πυθέσθαι · ἢ γὰρ ἐκ τοῦ ἥρωος τούτου γέγονας , καί τοι πατήρ ἐστι Ἀστρόβακος ὁ ἥρως , ἢ Ἀρίστων · ἐν γάρ σε τῇ νυκτὶ ταύτῃ ἀναιρέομαι . τῇ δέ σευ μάλιστα κατάπτονται οἱ ἐχθροί , λέγοντες ὡς αὐτὸς ὁ Ἀρίστων , ὅτε αὐτῷ σὺ ἠγγέλθης γεγενημένος , πολλῶν ἀκουόντων οὐ φήσειέ σε ἑωυτοῦ εἶναι ʽτὸν χρόνον γάρ , τοὺς δέκα μῆνας , οὐδέκω ἐξήκειν̓ , ἀιδρείῃ τῶν τοιούτων κεῖνος τοῦτο ἀπέρριψε τὸ ἔπος .
τίκτουσι γὰρ γυναῖκες καὶ ἐννεάμηνα καὶ ἑπτάμηνα , καὶ οὐ πᾶσαι δέκα μῆνας ἐκτελέσασαι · ἐγὼ δὲ σὲ ὦ παῖ ἑπτάμηνον ἔτεκον . ἔγνω δὲ καὶ αὐτὸς ὁ Ἀρίστων οὐ μετὰ πολλὸν χρόνον ὡς ἀνοίῃ τὸ ἔπος ἐκβάλοι τοῦτο . λόγους δὲ ἄλλους περὶ γενέσιος τῆς σεωυτοῦ μὴ δέκεο · τὰ γὰρ ἀληθέστατα πάντα ἀκήκοας . ἐκ δὲ ὀνοφορβῶν αὐτῷ τε Λευτυχίδῃ καὶ τοῖσι ταῦτα λέγουσι τίκτοιεν αἱ γυναῖκες παῖδας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.