οἱ γὰρ δὴ Λακεδαιμόνιοι ὅρταζόν τε τοῦτον τὸν χρόνον καί σφι ἦν Ὑακίνθια , περὶ πλείστου δʼ ἦγον τὰ τοῦ θεοῦ πορσύνειν · ἅμα δὲ τὸ τεῖχός σφι , τὸ ἐν τῷ Ἰσθμῷ ἐτείχεον , καὶ ἤδη ἐπάλξις ἐλάμβανε . ὡς δὲ ἀπίκοντο ἐς τὴν Λακεδαίμονα οἱ ἄγγελοι οἱ ἀπʼ Ἀθηνέων , ἅμα ἀγόμενοι ἔκ τε Μεγάρων ἀγγέλους καὶ ἐκ Πλαταιέων , ἔλεγον τάδε ἐπελθόντες ἐπὶ τοὺς ἐφόρους .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.