ἐπείτε δὲ συνιόντες ὅ τε Ἀπρίης ἄγων τοὺς ἐπικούρους καὶ ὁ Ἄμασις πάντας Αἰγυπτίους ἀπίκοντο ἐς Μώμεμφιν πόλιν , συνέβαλον · καὶ ἐμαχέσαντο μὲν εὖ οἱ ξεῖνοι , πλήθεϊ δὲ πολλῷ ἐλάσσονες ἐόντες κατὰ τοῦτο ἑσσώθησαν .
Ἀπρίεω δὲ λέγεται εἶναι ἥδε διάνοια , μηδʼ ἂν θεόν μιν μηδένα δύνασθαι παῦσαι τῆς βασιληίης · οὕτω ἀσφαλέως ἑωυτῷ ἱδρῦσθαι ἐδόκεε . καὶ δὴ τότε συμβαλὼν ἑσσώθη καὶ ζωγρηθεὶς ἀπήχθη ἐς Σάιν πόλιν , ἐς τὰ ἑωυτοῦ οἰκία πρότερον ἐόντα , τότε δὲ Ἀμάσιος ἤδη βασιληία . ἐνθαῦτα
δὲ τέως μὲν ἐτρέφετο ἐν τοῖσι βασιληίοισι , καί μιν Ἄμασις εὖ περιεῖπε · τέλος δὲ μεμφομένων Αἰγυπτίων ὡς οὐ ποιέοι δίκαια τρέφων τὸν σφίσι τε καὶ ἑωυτῷ ἔχθιστον , οὕτω δὴ παραδιδοῖ τὸν Ἀπρίην τοῖσι Αἰγυπτίοισι . οἳ δέ μιν ἀπέπνιξαν καὶ ἔπειτα ἔθαψαν ἐν τῇσι πατρωίῃσι ταφῇσι · αἳ
δὲ εἰσὶ ἐν τῷ ἱρῷ τῆς Ἀθηναίης , ἀγχοτάτω τοῦ μεγάρου , ἐσιόντι ἀριστερῆς χειρός . ἔθαψαν δὲ Σαῗται πάντας τοὺς ἐκ νομοῦ τούτου γενομένους βασιλέας ἔσω ἐν τῷ ἱρῷ . καὶ
γὰρ τὸ τοῦ Ἀμάσιος σῆμα ἑκαστέρω μὲν ἐστὶ τοῦ μεγάρου ἢ τὸ τοῦ Ἀπρίεω καὶ τῶν τούτου προπατόρων , ἔστι μέντοι καὶ τοῦτο ἐν τῇ αὐλῇ τοῦ ἱροῦ , παστὰς λιθίνη μεγάλη καὶ ἠσκημένη στύλοισί τε φοίνικας τὰ δένδρεα μεμιμημένοισι καὶ τῇ ἄλλῃ δαπάνῃ · ἔσω δὲ ἐν τῇ παστάδι διξὰ θυρώματα ἕστηκε , ἐν δὲ τοῖσι θυρώμασι ἡ θήκη ἐστί .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.