συμφορήσαντες δὲ τὰ χρήματα καὶ δεκάτην ἐξελόντες τῷ ἐν Δελφοῖσι θεῷ , ἀπʼ ἧς ὁ τρίπους ὁ χρύσεος ἀνετέθη ὁ ἐπὶ τοῦ τρικαρήνου ὄφιος τοῦ χαλκέου ἐπεστεὼς ἄγχιστα τοῦ βωμοῦ , καὶ τῷ ἐν Ὀλυμπίῃ θεῷ ἐξελόντες , ἀπʼ ἧς δεκάπηχυν χάλκεον Δία ἀνέθηκαν , καὶ τῷ ἐν Ἰσθμῷ θεῷ , ἀπʼ ἧς ἑπτάπηχυς χάλκεος Ποσειδέων ἐξεγένετο , ταῦτα ἐξελόντες τὰ λοιπὰ διαιρέοντο , καὶ ἔλαβον ἕκαστοι τῶν ἄξιοι ἦσαν , καὶ τὰς παλλακὰς τῶν Περσέων καὶ τὸν χρυσὸν καὶ ἄργυρον καὶ ἄλλα χρήματα τε καὶ ὑποζύγια .
ὃσα μέν νυν ἐξαίρετα τοῖσι ἀριστεύσασι αὐτῶν ἐν Πλαταιῇσι ἐδόθη , οὐ λέγεται πρὸς οὐδαμῶν , δοκέω δʼ ἔγωγε καὶ τούτοισι δοθῆναι · Παυσανίη · δὲ πάντα δέκα ἐξαιρέθη τε καὶ ἐδόθη , γυναῖκες ἵπποι τάλαντα κάμηλοι , ὣς δὲ αὕτως καὶ τἆλλα χρήματα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.