ὡς δὲ ταῦτα ἤκουσε Δημάρητος , ἔλεγε τάδε . βασιλεῦ , ἐπειδὴ ἀληθείῃ διαχρήσασθαι πάντως κελεύεις ταῦτα λέγοντα τὰ μὴ ψευδόμενός τις ὕστερον ὑπὸ σεῦ ἁλώσεται , τῇ Ἑλλάδι πενίη μὲν αἰεί κοτε σύντροφος ἐστί , ἀρετὴ δὲ ἔπακτος ἐστί , ἀπό τε σοφίης κατεργασμένη καὶ νόμου ἰσχυροῦ · τῇ διαχρεωμένη ἡ Ἑλλὰς τήν τε πενίην ἀπαμύνεται καὶ τὴν δεσποσύνην .
αἰνέω μέν νυν πάντας Ἕλληνας τοὺς περὶ ἐκείνους τοὺς Δωρικοὺς χώρους οἰκημένους , ἔρχομαι δὲ λέξων οὐ περὶ πάντων τούσδε τοὺς λόγους ἀλλὰ περὶ Λακεδαιμονίων μούνων , πρῶτα μὲν ὅτι οὐκ ἔστι ὅκως κοτὲ σοὺς δέξονται λόγους δουλοσύνην φέροντας τῇ Ἑλλάδι , αὖτις δὲ ὡς ἀντιώσονταί τοι ἐς μάχην καὶ ἢν οἱ ἄλλοι Ἕλληνες πάντες τὰ σὰ φρονέωσι .
ἀριθμοῦ δὲ πέρι , μή πύθῃ ὅσοι τινὲς ἐόντες ταῦτα ποιέειν οἷοί τε εἰσί · ἤν τε γὰρ τύχωσι ἐξεστρατευμένοι χίλιοι , οὗτοι μαχήσονταί τοι , ἤν τε ἐλάσσονες τούτων ἤν τε καὶ πλεῦνες .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.