συνοικεούσης δὲ τῷ Καμβύσῃ τῆς Μανδάνης , ὁ Ἀστυάγης τῷ πρώτῳ ἔτεϊ εἶδε ἄλλην ὄψιν , ἐδόκεε δέ οἱ ἐκ τῶν αἰδοίων τῆς θυγατρὸς ταύτης φῦναι ἄμπελον , τὴν δὲ ἄμπελον ἐπισχεῖν τὴν Ἀσίην πᾶσαν .
ἰδὼν δὲ τοῦτο καὶ ὑπερθέμενος τοῖσι ὀνειροπόλοισι , μετεπέμψατο ἐκ τῶν Περσέων τὴν θυγατέρα ἐπίτεκα ἐοῦσαν , ἀπικομένην δὲ ἐφύλασσε βουλόμενος τὸ γενόμενον ἐξ αὐτῆς διαφθεῖραι · ἐκ γάρ οἱ τῆς ὄψιος οἱ τῶν Μάγων ὀνειροπόλοι ἐσήμαινον ὅτι μέλλοι ὁ τῆς θυγατρὸς αὐτοῦ γόνος βασιλεύσειν ἀντὶ ἐκείνου . ταῦτα
δὴ ὦν φυλασσόμενος ὁ Ἀστυάγης , ὡς ἐγένετο ὁ Κῦρος , καλέσας Ἅρπαγον ἄνδρα οἰκήιον καὶ πιστότατόν τε Μήδων καὶ πάντων ἐπίτροπον τῶν ἑωυτοῦ , ἔλεγὲ οἱ τοιάδε . Ἅρπαγε
, πρῆγμα τὸ ἄν τοι προσθέω , μηδαμῶς παραχρήσῃ , μηδὲ ἐμέ τε παραβάλῃ καὶ ἄλλους ἑλόμενος ἐξ ὑστέρης σοὶ αὐτῷ περιπέσῃς · λάβε τὸν Μανδάνη ἔτεκε παῖδα , φέρων δὲ ἐς σεωυτοῦ ἀπόκτεινον , μετὰ δὲ θάψον τρόπῳ ὅτεῳ αὐτὸς βούλεαι . ὁ
δὲ ἀμείβεται ὦ βασιλεῦ , οὔτε ἄλλοτε κω παρεῖδες ἀνδρὶ τῷδε ἄχαρι οὐδέν , φυλασσόμεθα δὲ ἐς σὲ καὶ ἐς τὸν μετέπειτα χρόνον μηδὲν ἐξαμαρτεῖν . ἀλλʼ εἲ τοι φίλον τοῦτο οὕτω γίνεσθαι , χρὴ δὴ τό γε ἐμὸν ὑπηρετέεσθαι ἐπιτηδέως .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.