Ἀθηναίων δὲ νέας τὰς ἄριστα πλεούσας ἐπιλεξάμενος Θεμιστοκλέης ἐπορεύετο περὶ τὰ πότιμα ὕδατα , ἐντάμνων ἐν τοῖσι λίθοισι γράμματα . τὰ Ἴωνες ἐπελθόντες τῇ ὑστεραίῃ ἡμέρῃ ἐπὶ τὸ Ἀρτεμίσιον ἐπελέξαντο . τὰ δὲ γράμματα τάδε ἔλεγε . ἄνδρες Ἴωνες , οὐ ποιέετε δίκαια ἐπὶ τοὺς πατέρας στρατευόμενοι καὶ τὴν Ἑλλάδα καταδουλούμενοι .
ἀλλὰ μάλιστα μὲν πρὸς ἡμέων γίνεσθε · εἰ δὲ ὑμῖν ἐστι τοῦτο μὴ δυνατὸν ποιῆσαι , ὑμεῖς δὲ ἔτι καὶ νῦν ἐκ τοῦ μέσου ἡμῖν ἕζεσθε καὶ αὐτοὶ καὶ τῶν Καρῶν δέεσθε τὰ αὐτὰ ὑμῖν ποιέειν . εἰ δὲ μηδέτερον τούτων οἷόν τε γίνεσθαι , ἀλλʼ ὑπʼ ἀναγκαίης μέζονος κατέζευχθε ἢ ὥστε ἀπίστασθαι , ὑμεῖς δὲ ἐν τῷ ἔργῳ , ἐπεὰν συμμίσγωμεν , ἐθελοκακέετε μεμνημένοι ὅτι ἀπʼ ἡμέων γεγόνατε καὶ ὅτι ἀρχῆθεν ἡ ἔχθρη πρὸς τὸν βάρβαρον ἀπʼ ὑμέων ἡμῖν γέγονε .
Θεμιστοκλέης δὲ ταῦτα ἔγραφε , δοκέειν ἐμοί , ἐπʼ ἀμφότερα νοέων , ἵνα ἢ λαθόντα τὰ γράμματα βασιλέα Ἴωνας ποιήσῃ μεταβαλεῖν καὶ γενέσθαι πρὸς ἑωυτῶν , ἢ ἐπείτε ἀνενειχθῇ καὶ διαβληθῇ πρὸς Ξέρξην , ἀπίστους ποιήσῃ τοὺς Ἴωνας καὶ τῶν ναυμαχιέων αὐτοὺς ἀπόσχῃ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.