μέχρι μέν νυν τούτου τοῦ χώρου καὶ Θερμοπυλέων ἀπαθής τε κακῶν ἦν ὁ στρατός , καὶ πλῆθος ἦν τηνικαῦτα ἔτι , ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω , τῶν μὲν ἐκ τῶν νεῶν τῶν ἐκ τῆς Ἀσίης , ἐουσέων ἑπτὰ καὶ διηκοσιέων καὶ χιλιέων , τὸν μὲν ἀρχαῖον ἑκάστων τῶν ἐθνέων ἐόντα ὅμιλον τέσσερας καὶ εἴκοσι μυριάδας καὶ πρὸς χιλιάδα τε καὶ τετρακοσίους , ὡς ἀνὰ διηκοσίους ἄνδρας λογιζομένοισι ἐν ἑκάστῃ νηί .
ἐπεβάτευον δὲ ἐπὶ τουτέων τῶν νεῶν , χωρὶς ἑκάστων τῶν ἐπιχωρίων ἐπιβατέων , Περσέων τε καὶ Μήδων καὶ Σακέων τριήκοντα ἄνδρες . οὗτος ἄλλος ὅμιλος γίνεται τρισμύριοι καὶ ἑξακισχίλιοι καὶ πρὸς διηκόσιοί τε καὶ δέκα . προσθήσω
δʼ ἔτι τούτῳ καὶ τῷ προτέρῳ ἀριθμῷ τοὺς ἐκ τῶν πεντηκοντέρων , ποιήσας , ὅ τι πλέον ἦν αὐτῶν ἢ ἔλασσον , ἀνʼ ὀγδώκοντα ἄνδρας ἐνεῖναι . συνελέχθη δὲ ταῦτα τὰ πλοῖα , ὡς καὶ πρότερον εἰρέθη , τρισχίλια . ἤδη ὦν ἄνδρες ἂν εἶεν ἐν αὐτοῖσι τέσσερες μυριάδες καὶ εἴκοσι . τοῦτο
μὲν δὴ τό ἐκ τῆς Ἀσίης ναυτικὸν ἦν , σύμπαν ἐὸν πεντήκοντα μυριάδες καὶ μία , χιλιάδες δὲ ἔπεισι ἐπὶ ταύτῃσι ἑπτὰ καὶ πρὸς ἑκατοντάδες ἓξ καὶ δεκάς . τοῦ δὲ πεζοῦ ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδες ἐγένοντο , τῶν δὲ ἱππέων ὀκτὼ μυριάδες . προσθήσω δʼ ἔτι τούτοισι τὰς καμήλους τοὺς ἐλαύνοντας Ἀραβίους καὶ τοὺς τὰ ἅρματα Λίβυας , πλῆθος ποιήσας δισμυρίους ἄνδρας . καὶ
δὴ τό τε ἐκ τῶν νεῶν καὶ τοῦ πεζοῦ πλῆθος συντιθέμενον γίνεται διηκόσιαί τε μυριάδες καὶ τριήκοντα καὶ μία , καὶ πρὸς χιλιάδες ἑπτὰ καὶ ἑκατοντάδες ἓξ καὶ δεκάς . τοῦτο μὲν τὸ ἐξ αὐτῆς τῆς Ἀσίης στράτευμα ἐξαναχθὲν εἴρηται , ἄνευ τε τῆς θεραπηίης τῆς ἑπομένης καὶ τῶν σιταγωγῶν πλοίων καὶ ὅσοι ἐνέπλεον τούτοισι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.