ὡς δὲ ἄρα οἱ ἐν τῇ Ἀσίῃ Ἕλληνες κατεστράφατο ἐς φόρου ἀπαγωγήν , τὸ ἐνθεῦτεν ἐπενόεε νέας ποιησάμενος ἐπιχειρέειν τοῖσι νησιώτῃσι .
ἐόντων δέ οἱ πάντων ἑτοίμων ἐς τὴν ναυπηγίην , οἳ μὲν Βίαντα λέγουσι τὸν Πριηνέα ἀπικόμενον ἐς Σάρδις , οἳ δὲ Πιττακὸν τὸν Μυτιληναῖον , εἰρομένου Κροίσου εἴ τι εἴη νεώτερον περὶ τὴν Ἑλλάδα , εἰπόντα τάδε καταπαῦσαι τὴν ναυπηγίην · ὦ
βασιλεῦ , νησιῶται ἵππον συνωνέονται μυρίην , ἐς Σάρδις τε καὶ ἐπὶ σὲ ἐν νόῳ ἔχοντες στρατεύεσθαι . Κροῖσον δὲ ἐλπίσαντα λέγειν ἐκεῖνον ἀληθέα εἰπεῖν αἲ γὰρ τοῦτο θεοὶ ποιήσειαν ἐπὶ νόον νησιώτῃσι , ἐλθεῖν ἐπὶ Λυδῶν παῖδας σὺν ἵπποισι .
τὸν δὲ ὑπολαβόντα φάναι ὦ βασιλεῦ , προθύμως μοι φαίνεαι εὔξασθαι νησιώτας ἱππευομένους λαβεῖν ἐν ἠπείρῳ , οἰκότα ἐλπίζων . νησιώτας δὲ τί δοκέεις εὔχεσθαι ἄλλο ἤ , ἐπείτε τάχιστα ἐπύθοντό σε μέλλοντα ἐπὶ σφίσι ναυπηγέεσθαι νέας , λαβεῖν ἀρώμενοι Λυδούς ἐν θαλάσσῃ , ἵνα ὓπερ τῶν ἐν τῇ ἠπείρῳ οἰκημένων Ἑλλήνων τίσωνταί σε , τοὺς σὺ δουλώσας ἔχεις ;
κάρτα τε ἡσθῆναι Κροῖσον τῷ ἐπιλόγῳ καί οἱ , προσφυέως γὰρ δόξαι λέγειν , πειθόμενον παύσασθαι τῆς ναυπηγίης . καὶ οὕτω τοῖσι τὰς νήσους οἰκημένοισι Ἴωσι ξεινίην συνεθήκατο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.