ἅμα δὲ ταῦτα ἔλεγε ὁ βουκόλος καὶ ἐκκαλύψας ἀπεδείκνυε . ἣ δὲ ὡς εἶδε τὸ παιδίον μέγα τε καὶ εὐειδὲς ἐόν , δακρύσασα καὶ λαβομένη τῶν γουνάτων τοῦ ἀνδρὸς ἐχρήιζε μηδεμιῇ τέχνῃ ἐκθεῖναί μιν .
ὁ δὲ οὐκ ἔφη οἷός τʼ εἶναι ἄλλως αὐτὰ ποιέειν · ἐπιφοιτήσειν γὰρ κατασκόπους ἐξ Ἁρπάγου ἐποψομένους , ἀπολέεσθαί τε κάκιστα ἢν μὴ σφεα ποιήσῃ . ὡς δὲ οὐκ ἔπειθε ἄρα τὸν ἄνδρα , δευτέρα λέγει ἡ γυνὴ τάδε . ἐπεὶ τοίνυν οὐ δύναμαί σε πείθειν μὴ ἐκθεῖναι , σὺ δὲ ὧδε ποίησον , εἰ δὴ πᾶσα ἀνάγκη ὀφθῆναι ἐκκείμενον . τέτοκα γὰρ καὶ ἐγώ , τέτοκα δὲ τεθνεός .
μὲν φέρων πρόθες , τὸν δὲ τῆς Ἀστυάγεος θυγατρὸς παῖδα ὡς ἐξ ἡμέων ἐόντα τρέφωμεν . καὶ οὕτω οὔτε σὺ ἁλώσεαι ἀδικέων τοὺς δεσπότας οὔτε ἡμῖν κακῶς βεβουλευμένα ἔσται · ὅ τε γὰρ τεθνεὼς βασιληίης ταφῆς κυρήσει καὶ ὁ περιεὼν οὐκ ἀπολέει τὴν ψυχήν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.