τοσοῦτοι μὲν ἐγένοντο οἱ μνηστῆρες . ἀπικομένων δὲ τούτων ἐς τὴν προειρημένην ἡμέρην , ὁ Κλεισθένης πρῶτα μὲν τὰς πάτρας τε αὐτῶν ἀνεπύθετο καὶ γένος ἑκάστου , μετὰ δὲ κατέχων ἐνιαυτὸν διεπειρᾶτο αὐτῶν τῆς τε ἀνδραγαθίης καὶ τῆς ὀργῆς καὶ παιδεύσιός τε καὶ τρόπου , καὶ ἑνὶ ἑκάστῳ ἰὼν ἐς συνουσίην καὶ συνάπασι , καὶ ἐς γυμνάσιά τε ἐξαγινέων ὅσοι ἦσαν αὐτῶν νεώτεροι , καὶ τό γε μέγιστον , ἐν τῇ συνεστίῃ διεπειρᾶτο · ὅσον γὰρ κατεῖχε χρόνον αὐτούς , τοῦτον πάντα ἐποίεε καὶ ἅμα ἐξείνιζε μεγαλοπρεπέως .
καὶ δή κου μάλιστα τῶν μνηστήρων ἠρέσκοντο οἱ ἀπʼ Ἀθηνέων ἀπιγμένοι , καὶ τούτων μᾶλλον Ἱπποκλείδης ὁ Τισάνδρου καὶ κατʼ ἀνδραγαθίην ἐκρίνετο καὶ ὅτι τὸ ἀνέκαθεν τοῖσι ἐν Κορίνθῳ Κυψελίδῃσι ἦν προσήκων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.