ταῦτα μὲν δὴ ἐγένετο χρόνῳ ὕστερον · τότε δὲ ὡς τῷ Κλεομένεϊ ὡδώθη τὸ ἐς τὸν Δημάρητον πρῆγμα , αὐτίκα παραλαβὼν Λευτυχίδεα ἤιε ἐπὶ τοὺς Αἰγινήτας , δεινόν τινά σφι ἔγκοτον διὰ τὸν προπηλακισμὸν ἔχων .
οὕτω δὴ οὔτε οἱ Αἰγινῆται , ἀμφοτέρων τῶν βασιλέων ἡκόντων ἐπʼ αὐτούς , ἐδικαίευν ἔτι ἀντιβαίνειν , ἐκεῖνοί τε ἐπιλεξάμενοι ἄνδρας δέκα Αἰγινητέων τοὺς πλείστου ἀξίους καὶ πλούτῳ καὶ γένει · ἦγον καὶ ἄλλους καὶ δὴ καὶ Κριόν τε τὸν Πολυκρίτου καὶ Κάσαυβον τὸν Ἀριστοκράτεος , οἵ περ εἶχον μέγιστον κράτος · ἀγαγόντες δὲ σφέας ἐς γῆν τὴν Ἀττικὴν παραθήκην παρατίθενται ἐς τοὺς ἐχθίστους Αἰγινήτῃσι Ἀθηναίους .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.