ἄλλοι δὲ τῶν Ἰνδῶν Κασπατύρῳ τε πόλι καὶ τῇ Πακτυϊκῇ χώρῃ εἰσὶ πρόσουροι , πρὸς ἄρκτου τε καὶ βορέω ἀνέμου κατοικημένοι τῶν ἄλλων Ἰνδῶν , οἳ Βακτρίοισι παραπλησίην ἔχουσι δίαιταν . οὗτοι καὶ μαχιμώτατοι εἰσὶ Ἰνδῶν καὶ οἱ ἐπὶ τὸν χρυσὸν στελλόμενοι εἰσὶ οὗτοι · κατὰ γὰρ τοῦτο ἐστὶ ἐρημίη διὰ τὴν ψάμμον .
ἐν δὴ ὦν τῇ ἐρημίῃ ταύτῃ καὶ τῇ ψάμμῳ γίνονται μύρμηκες μεγάθεα ἔχοντες κυνῶν μὲν ἐλάσσονα ἀλωπέκων δὲ μέζονα · εἰσὶ γὰρ αὐτῶν καὶ παρὰ βασιλέι τῷ Περσέων ἐνθεῦτεν θηρευθέντες . οὗτοι ὦν οἱ μύρμηκες ποιεύμενοι οἴκησιν ὑπὸ γῆν ἀναφορέουσι τὴν ψάμμον κατά περ οἱ ἐν τοῖσι Ἕλλησι μύρμηκες κατὰ τὸν αὐτὸν τρόπον , εἰσὶ δὲ καὶ αὐτοὶ τὸ εἶδος ὁμοιότατοι · ἡ δὲ ψάμμος ἡ ἀναφερομένη ἐστὶ χρυσῖτις . ἐπὶ
δὴ ταύτην τὴν ψάμμον στέλλονται ἐς τὴν ἔρημον οἱ Ἰνδοί , ζευξάμενος ἕκαστος καμήλους τρεῖς , σειρηφόρον μὲν ἑκατέρωθεν ἔρσενα παρέλκειν , θήλεαν δὲ ἐς μέσον · ἐπὶ ταύτην δὴ αὐτὸς ἀναβαίνει , ἐπιτηδεύσας ὅκως ἀπὸ τέκνων ὡς νεωτάτων ἀποσπάσας ζεύξει . αἱ γάρ σφι κάμηλοι ἵππων οὐκ ἥσσονες ἐς ταχυτῆτα εἰσί , χωρὶς δὲ ἄχθεα δυνατώτεραι πολλὸν φέρειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.