τούτων ὦν τῶν ἀνδρῶν Λίχης ἀνεῦρε ἐν Τεγέῃ καὶ συντυχίῃ χρησάμενος καὶ σοφίῃ . ἐούσης γὰρ τοῦτον τὸν χρόνον ἐπιμιξίης πρὸς τοὺς Τεγεήτας , ἐλθὼν ἐς χαλκήιον ἐθηεῖτο σίδηρον ἐξελαυνόμενον , καὶ ἐν θώματι ἦν ὀρέων τὸ ποιεόμενον .
μαθὼν , δέ μιν ὁ χαλκεὺς ἀποθωμάζοντα εἶπε παυσάμενος τοῦ ἔργου ἦ κου ἄν , ὦ ξεῖνε Λάκων εἴ περ εἶδες τό περ ἐγώ , κάρτα ἂν ἐθώμαζες , ὅκου νῦν οὕτω τυγχάνεις θῶμα ποιεύμενος τὴν ἐργασίην τοῦ σιδήρου .
γὰρ ἐν τῇδε θέλων τῇ αὐλῇ φρέαρ ποιήσασθαι , ὀρύσσων ἐπέτυχον σορῷ ἑπταπήχεϊ · ὑπὸ δὲ ἀπιστίης μὴ μὲν γενέσθαι μηδαμὰ μέζονας ἀνθρώπους τῶν νῦν ἄνοιξα αὐτὴν καὶ εἶδον τὸν νεκρὸν μήκεϊ ἴσον ἐόντα τῇ σορῷ · μετρήσας δὲ συνέχωσα ὀπίσω . ὃ μὲν δή οἱ ἔλεγε τά περ ὀπώπεε , ὁ δὲ ἐννώσας τὰ λεγόμενα συνεβάλλετο τὸν Ὀρέστεα κατὰ τὸ θεοπρόπιον τοῦτον εἶναι , τῇδε συμβαλλόμενος · τοῦ
χαλκέος δύο ὁρέων φύσας τοὺς ἀνέμους εὕρισκε ἐόντας , τὸν δὲ ἄκμονα καὶ τὴν σφῦραν τόν τε τύπον καὶ τὸν ἀντίτυπον , τὸν δὲ ἐξελαυνόμενον σίδηρον τὸ πῆμα ἐπὶ πήματι κείμενον , κατὰ τοιόνδε τι εἰκάζων , ὡς ἐπὶ κακῷ ἀνθρώπου σίδηρος ἀνεύρηται . συμβαλόμενος
δὲ ταῦτα καὶ ἀπελθὼν ἐς Σπάρτην ἔφραζε Λακεδαιμονίοσσι πᾶν τὸ πρῆγμα . οἳ δὲ ἐκ λόγου πλαστοῦ ἐπενείκαντὲς οἱ αἰτίην ἐδίωξαν . ὁ δὲ ἀπικόμενος ἐς Τεγέην καὶ φράζων τὴν ἑωυτοῦ συμφορὴν πρὸς τὸν χαλκέα ἐμισθοῦτο παρʼ οὐκ ἐκδιδόντος τὴν αὐλήν · χρόνῳ
δὲ ὡς ἀνέγνωσε , ἐνοικίσθη , ἀνορύξας δὲ τὸν τάφον καὶ τὰ ὀστέα συλλέξας οἴχετο φέρων ἐς Σπάρτην . καὶ ἀπὸ τούτου τοῦ χρόνου , ὅκως πειρῴατο ἀλλήλων , πολλῷ κατυπέρτεροι τῷ πολέμῳ ἐγίνοντο οἱ Λακεδαιμόνιοι · ἤδη δέ σφι καὶ ἡ πολλὴ τῆς Πελοποννήσου ἦν κατεστραμμένη .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.