ταῦτα μὲν δὴ οὕτω γίνεται . τότε δὲ τὸν Κλεομένεα ἐόντα ἐν τῇ Αἰγίνῃ καὶ κοινὰ τῇ Ἑλλάδι ἀγαθὰ προεργαζόμενον ὁ Δημάρητος διέβαλε , οὐκ Αἰγινητέων οὕτω κηδόμενος ὡς φθόνῳ καὶ ἄγῃ χρεώμενος . Κλεομένης δὲ νοστήσας ἀπʼ Αἰγίνης ἐβούλευε τὸν Δημάρητον παῦσαι τῆς βασιληίης , διὰ πρῆγμα τοιόνδε ἐπίβασιν ἐς αὐτὸν ποιεύμενος . Ἀρίστωνι βασιλεύοντι ἐν Σπάρτῃ καὶ γήμαντι γυναῖκας δύο παῖδες οὐκ ἐγίνοντο .
καὶ οὐ γὰρ συνεγινώσκετο αὐτὸς τούτων εἶναι αἴτιος , γαμέει τρίτην γυναῖκα · ὧδε δὲ γαμέει . ἦν οἱ φίλος τῶν Σπαρτιητέων ἀνήρ , τῷ προσέκειτο τῶν ἀστῶν μάλιστα ὁ Ἀρίστων . τούτῳ τῷ ἀνδρὶ ἐτύγχανε ἐοῦσα γυνὴ καλλίστη μακρῷ τῶν ἐν Σπάρτῃ γυναικῶν , καὶ ταῦτα μέντοι καλλίστη ἐξ αἰσχίστης γενομένη . ἐοῦσαν
γάρ μιν τὸ εἶδος φλαύρην ἡ τροφὸς αὐτῆς , οἷα ἀνθρώπων τε ὀλβίων θυγατέρα καὶ δυσειδέα ἐοῦσαν , πρὸς δὲ καὶ ὁρῶσα τοὺς γονέας συμφορὴν τὸ εἶδος αὐτῆς ποιευμένους , ταῦτα ἕκαστα μαθοῦσα ἐπιφράζεται τοιάδε · ἐφόρεε αὐτὴν ἀνὰ πᾶσαν ἡμέρην ἐς τὸ τῆς Ἑλένης ἱρόν . τὸ δʼ ἐστὶ ἐν τῇ Θεράπνῃ καλεομένῃ ὕπερθε τοῦ Φοιβηίου ἱροῦ . ὅκως δὲ ἐνείκειε ἡ τροφός , πρός τε τὤγαλμα ἵστα καὶ ἐλίσσετο τὴν θεὸν ἀπαλλάξαι τῆς δυσμορφίης τὸ παιδίον . καὶ
δή κοτε ἀπιούσῃ ἐκ τοῦ ἱροῦ τῇ τροφῷ γυναῖκα λέγεται ἐπιφανῆναι , ἐπιφανεῖσαν δὲ ἐπειρέσθαι μιν ὅ τι φέρει ἐν τῇ ἀγκάλῃ , καὶ τὴν φράσαι ὡς παιδίον φορέει , τὴν δὲ κελεῦσαί οἱ δέξαι , τὴν δὲ οὐ φάναι · ἀπειρῆσθαι γάρ οἱ ἐκ τῶν γειναμένων μηδενὶ ἐπιδεικνύναι · τὴν δὲ πάντως ἑωυτῇ κελεύειν ἐπιδέξαι . ὁρῶσαν
δὲ τὴν γυναῖκα περὶ πολλοῦ ποιευμένην ἰδέσθαι , οὕτω δὴ τὴν τροφὸν δέξαι τὸ παιδίον · τὴν δὲ καταψῶσαν τοῦ παιδίου τὴν κεφαλὴν εἶπαι ὡς καλλιστεύσει πασέων τῶν ἐν Σπάρτῃ γυναικῶν . ἀπὸ μὲν δὴ ταύτης τῆς ἡμέρης μεταπεσεῖν τὸ εἶδος . γαμέει δὲ δή μιν ἐς γάμου ὥρην ἀπικομένην Ἄγητος ὁ Ἀλκείδεω , οὗτος δὴ ὁ τοῦ Ἀρίστωνος φίλος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.