ἀπικόμενος δὲ ὁ Μενέλεως ἐς τὴν Αἴγυπτον καὶ ἀναπλώσας ἐς τὴν Μέμφιν , εἴπας τὴν ἀληθείην τῶν πρηγμάτων , καὶ ξεινίων ἤντησε μεγάλων καὶ Ἑλένην ἀπαθέα κακῶν ἀπέλαβε , πρὸς δὲ καὶ τὰ ἑωυτοῦ χρήματα πάντα .
τυχὼν μέντοι τούτων ἐγένετο Μενέλεως ἀνὴρ ἄδικος ἐς Αἰγυπτίους . ἀποπλέειν γὰρ ὁρμημένον αὐτὸν ἶσχον ἄπλοιαι · ἐπειδὴ δὲ τοῦτο ἐπὶ πολλὸν τοιοῦτον ἦν , ἐπιτεχνᾶται πρῆγμα οὐκ ὅσιον · λαβὼν
γὰρ δύο παιδία ἀνδρῶν ἐπιχωρίων ἔντομα σφέα ἐποίησε . μετὰ δὲ ὡς ἐπάιστος ἐγένετο τοῦτο ἐργασμένος , μισηθείς τε καὶ διωκόμενος οἴχετο φεύγων τῇσι νηυσὶ ἐπὶ Λιβύης · τὸ ἐνθεῦτεν δὲ ὅκου ἔτι ἐτράπετο οὐκ εἶχον εἰπεῖν Αἰγύπτιοι . τούτων δὲ τὰ μὲν ἱστορίῃσι ἔφασαν ἐπίστασθαι , τὰ δὲ παρʼ ἑωυτοῖσι γενόμενα ἀτρεκέως ἐπιστάμενοι λέγειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.