καὶ δὴ οὗτος μὲν τρόπῳ τοιούτῳ τελευτᾷ · Τόμυρις δέ , ὥς οἱ Κῦρος οὐκ ἐσήκουσε , συλλέξασα πᾶσαν τὴν ἑωυτῆς δύναμιν συνέβαλε Κύρῳ . ταύτην τὴν μάχην , ὅσαι δὴ βαρβάρων ἀνδρῶν μάχαι ἐγένοντο , κρίνω ἰσχυροτάτην γενέσθαι , καὶ δὴ καὶ πυνθάνομαι οὕτω τοῦτο γενόμενον .
πρῶτα μὲν γὰρ λέγεται αὐτοὺς διαστάντας ἐς ἀλλήλους τοξεύειν , μετὰ δὲ ὥς σφι τὰ βέλεα ἐξετετόξευτο , συμπεσόντας τῇσι αἰχμῇσί τε καὶ τοῖσι ἐγχειριδίοισι συνέχεσθαι . χρόνον τε δὴ ἐπὶ πολλὸν συνεστάναι μαχομένους καὶ οὐδετέρους ἐθέλειν φεύγειν . τέλος δὲ οἱ Μασσαγέται περιεγένοντο , ἥ
τε δὴ πολλὴ τῆς Περσικῆς στρατιῆς αὐτοῦ ταύτῃ διεφθάρη καὶ δὴ καὶ αὐτὸς Κῦρος τελευτᾷ , βασιλεύσας τὰ πάντα ἑνὸς δέοντα τριήκοντα ἔτεα . ἀσκὸν
δὲ πλήσασα αἵματος ἀνθρωπηίου Τόμυρις ἐδίζητο ἐν τοῖσι τεθνεῶσι τῶν Περσέων τὸν Κύρου νέκυν , ὡς δὲ εὗρε , ἐναπῆκε αὐτοῦ τὴν κεφαλὴν ἐς τὸν ἀσκόν , λυμαινομένη δὲ τῷ νεκρῷ ἐπέλεγε τάδε · σὺ
μὲν ἐμὲ ζῶσάν τε καὶ νικῶσάν σε μάχῃ ἀπώλεσας , παῖδα τὸν ἐμὸν ἑλὼν δόλῳ · σὲ δʼ ἐγώ , κατά περ ἠπείλησα , αἵματος κορέσω . τὰ μὲν δὴ κατὰ τὴν Κύρου τελευτὴν τοῦ βίου , πολλῶν λόγων λεγομένων , ὅδε μοι ὁ πιθανώτατος εἴρηται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.