ὁ δὲ ναυτικὸς ἔξω τὸν Ἑλλήσποντον πλέων παρὰ γῆν ἐκομίζετο , τὰ ἔμπαλιν πρήσσων τοῦ πεζοῦ .
ὃ μὲν γὰρ πρὸς ἑσπέρην ἔπλεε , ἐπὶ Σαρπηδονίης ἄκρης ποιεύμενος τὴν ἄπιξιν , ἐς τὴν αὐτῷ προείρητο ἀπικομένῳ περιμένειν · ὁ δὲ κατʼ ἤπειρον στρατὸς πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολὰς ἐποιέετο τὴν ὁδὸν διὰ τῆς Χερσονήσου , ἐν δεξιῇ μὲν ἔχων τὸν Ἕλλης τάφον τῆς Ἀθάμαντος , ἐν ἀριστερῇ δὲ Καρδίην πόλιν , διὰ μέσης δὲ πορευόμενος πόλιος τῇ οὔνομα τυγχάνει ἐὸν Ἀγορή . ἐνθεῦτεν
δὲ κάμπτων τὸν κόλπον τὸν Μέλανα καλεόμενον καὶ Μέλανα ποταμόν , οὐκ ἀντισχόντα τότε τῇ στρατιῇ τὸ ῥέεθρον ἀλλʼ ἐπιλιπόντα , τοῦτον τὸν ποταμὸν διαβάς , ἐπʼ οὗ καὶ ὁ κόλπος οὗτος τὴν ἐπωνυμίην ἔχει , ἤιε πρὸς ἑσπέρην , Αἶνόν τε πόλιν Αἰολίδα καὶ Στεντορίδα λίμνην παρεξιών , ἐς ὃ ἀπίκετο ἐς Δορίσκον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.