γέρεα δέ σφι ἦν τάδε ἐξαραιρημένα μούνοισι Αἰγυπτίων πάρεξ τῶν ἱρέων , ἄρουραι ἐξαίρετοι δυώδεκα ἑκάστῳ ἀτελέες . ἡ δὲ ἄρουρα ἑκατὸν πηχέων ἐστὶ Αἰγυπτίων πάντῃ , ὁ δὲ Αἰγύπτιος πῆχυς τυγχάνει ἴσος ἐὼν τῷ Σαμίῳ .
ταῦτα μὲν δὴ τοῖσι ἅπασι ἦν ἐξαραιρημένα , τάδε δὲ ἐν περιτροπῇ ἐκαρποῦντο καὶ οὐδαμὰ ὡυτοί . Καλασιρίων χίλιοι καὶ Ἑρμοτυβίων ἐδορυφόρεον ἐνιαυτὸν ἕκαστοι τὸν βασιλέα · τούτοισι ὦν τάδε πάρεξ τῶν ἀρουρέων ἄλλα ἐδίδοτο ἐπʼ ἡμέρῃ ἑκάστῃ , ὀπτοῦ σίτου σταθμὸς πέντε μνέαι ἑκάστῳ , κρεῶν βοέων δύο μνέαι , οἴνου τέσσερες ἀρυστῆρες . ταῦτα τοῖσι αἰεὶ δορυφορέουσι ἐδίδοτο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.