ἐν ᾧ δὲ οὗτοι ταῦτα ἐποίευν , οἱ Δήλιοι ἐκλιπόντες καὶ αὐτοὶ τὴν Δῆλον οἴχοντο φεύγοντες ἐς Τῆνον . τῆς δὲ στρατιῆς καταπλεούσης ὁ Δᾶτις προπλώσας οὐκ ἔα τὰς νέας πρὸς τὴν Δῆλον προσορμίζεσθαι , ἀλλὰ πέρην ἐν τῇ Ῥηναίῃ · αὐτὸς δὲ πυθόμενος ἵνα ἦσαν οἱ Δήλιοι , πέμπων κήρυκα ἠγόρευέ σφι τάδε .
ἄνδρες ἱροί , τί φεύγοντες οἴχεσθε , οὐκ ἐπιτήδεα καταγνόντες κατʼ ἐμεῦ ; ἐγὼ γὰρ καὶ αὐτὸς ἐπὶ τοσοῦτό γε φρονέω καὶ μοι ἐκ βασιλέος ὧδε ἐπέσταλται , ἐν τῇ χώρῃ οἱ δύο θεοὶ ἐγένοντο , ταύτην μηδὲν σίνεσθαι , μήτε αὐτὴν τὴν χώρην μήτε τοὺς οἰκήτορας αὐτῆς . νῦν ὦν καὶ ἄπιτε ἐπὶ τὰ ὑμέτερα αὐτῶν καὶ τὴν νῆσον νέμεσθε . ταῦτα μὲν ἐπεκηρυκεύσατο τοῖσι Δηλίοισι , μετὰ δὲ λιβανωτοῦ τριηκόσια τάλαντα κατανήσας ἐπὶ τοῦ βωμοῦ ἐθυμίησε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.