οὗτος μέν νυν ἐκτήσατο τοῦτο τὸ γέρας · Κλεάνδρου δὲ τοῦ Παντάρεος τελευτήσαντος τὸν βίον , ὃς ἐτυράννευσε μὲν Γέλης ἑπτὰ ἔτεα , ἀπέθανε δὲ ὑπὸ Σαβύλλου ἀνδρὸς Γελῴου , ἐνθαῦτα ἀναλαμβάνει τὴν μουναρχίην Ἱπποκράτης Κλεάνδρου ἐὼν ἀδελφεός . ἔχοντος δὲ Ἱπποκράτεος τὴν τυραννίδα , ὁ Γέλων ἐὼν Τηλίνεω τοῦ ἱροφάντεω ἀπόγονος , πολλῶν μετʼ ἄλλων καὶ Αἰνησιδήμου τοῦ Παταίκου ὃς ἦν δορυφόρος Ἱπποκράτεος .
μετὰ δὲ οὐ πολλὸν χρόνον διʼ ἀρετὴν ἀπεδέχθη πάσης τῆς ἵππου εἶναι ἵππαρχος · πολιορκέοντος γὰρ Ἱπποκράτεος Καλλιπολίτας τε καὶ Ναξίους καὶ Ζαγκλαίους τε καὶ Λεοντίνους καὶ πρὸς Συρηκοσίους τε καὶ τῶν βαρβάρων συχνούς , ἀνὴρ ἐφαίνετο ἐν τούτοισι τοῖσι πολέμοισι ἐὼν ὁ Γέλων λαμπρότατος . τῶν δὲ εἶπον πολίων τουτέων πλὴν Συρηκουσέων οὐδεμία διέφυγε δουλοσύνην πρὸς Ἱπποκράτεος · Συρηκοσίους
δὲ Κορίνθιοί τε καὶ Κερκυραῖοι ἐρρύσαντο μάχῃ ἐσσωθέντας ἐπὶ ποταμῷ Ἐλώρῳ , ἐρρύσαντο δὲ οὗτοι ἐπὶ τοῖσιδε καταλλάξαντες , ἐπʼ ᾧ τε Ἱπποκράτεϊ Καμάριναν Συρηκοσίους παραδοῦναι . Συρηκοσίων δὲ ἦν Καμάρινα τὸ ἀρχαῖον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.