ἔσχε δὲ τὴν βασιληίην καὶ ἐκρατύνθη ἐκ τοῦ ἐν Δελφοῖσι χρηστηρίου . ὡς γὰρ δὴ οἱ Λυδοὶ δεινόν ἐποιεῦντο τὸ Κανδαύλεω πάθος καὶ ἐν ὅπλοισι ἦσαν , συνέβησαν ἐς τὠυτὸ οἳ τε τοῦ Γύγεω στασιῶται καί οἱ λοιποὶ Λυδοί , ἤν μὲν τὸ χρηστήριον ἀνέλῃ μιν βασιλέα εἶναι Λυδῶν , τόν δὲ βασιλεύειν , ἤν δὲ μή , ἀποδοῦναι ὀπίσω ἐς Ἡρακλείδας τὴν ἀρχήν .
ἀνεῖλέ τε δὴ τὸ χρηστήριον καὶ ἐβασίλευσε οὕτω Γύγης . τοσόνδε μέντοι εἶπε ἡ Πυθίη , ὡς Ἡρακλείδῃσι τίσις ἥξει ἐς τὸν πέμπτον ἀπόγονον Γύγεω . τούτου τοῦ ἔπεος Λυδοί τε καί οἱ βασιλέες αὐτῶν λόγον οὐδένα ἐποιεῦντο , πρὶν δὴ ἐπετελέσθη .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.