ταῦτα ἐπιλεξάμενος ὁ Πολυκράτης καὶ νόῳ λαβὼν ὥς οἱ εὖ ὑπετίθετο Ἄμασις , ἐδίζητο ἐπʼ ᾧ ἂν μάλιστα τὴν ψυχὴν ἀσηθείη ἀπολομένῳ τῶν κειμηλίων , διζήμενος δὲ εὕρισκε τόδε . ἦν οἱ σφρηγὶς τὴν ἐφόρεε χρυσόδετος , σμαράγδου μὲν λίθου ἐοῦσα , ἔργον δὲ ἦν Θεοδώρου τοῦ Τηλεκλέος Σαμίου .
ἐπεὶ ὦν ταύτην οἱ ἐδόκεε ἀποβαλεῖν , ἐποίεε τοιάδε · πεντηκόντερον πληρώσας ἀνδρῶν ἐσέβη ἐς αὐτήν , μετὰ δὲ ἀναγαγεῖν ἐκέλευε ἐς τὸ πέλαγος · ὡς δὲ ἀπὸ τῆς νήσου ἑκὰς ἐγένετο , περιελόμενος τὴν σφρηγῖδα πάντων ὁρώντων τῶν συμπλόων ῥίπτει ἐς τὸ πέλαγος . τοῦτο δὲ ποιήσας ἀπέπλεε , ἀπικόμενος δὲ ἐς τὰ οἰκία συμφορῇ ἐχρᾶτο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.