μετὰ δὲ Σόλωνα οἰχόμενον ἔλαβέ ἐκ θεοῦ νέμεσις μεγάλη Κροῖσον , ὡς εἰκάσαι , ὅτι ἐνόμισε ἑωυτὸν εἶναι ἀνθρώπων ἁπάντων ὀλβιώτατον . αὐτίκα δέ οἱ εὕδοντι ἐπέστη ὄνειρος , ὅς οἱ τὴν ἀληθείην ἔφαινε τῶν μελλόντων γενέσθαι κακῶν κατὰ τὸν παῖδα .
ἦσαν δὲ τῷ Κροίσῳ δύο παῖδες , τῶν οὕτερος μὲν διέφθαρτο , ἦν γὰρ δὴ κωφός , ὁ δὲ ἕτερος τῶν ἡλίκων μακρῷ τὰ πάντα πρῶτος · οὔνομα δέ οἱ ἦν Ἄτυς . τοῦτον δὴ ὦν τὸν Ἄτυν σημαίνει τῷ Κροίσῳ ὁ ὄνειρος , ὡς ἀπολέει μιν αἰχμῇ σιδηρέῃ βληθέντα . ὃ
δʼ ἐπείτε ἐξηγέρθη καὶ ἑωυτῷ λόγον ἔδωκε , καταρρωδήσας τὸν ὄνειρον ἄγεται μὲν τῷ παιδὶ γυναῖκα , ἐωθότα δὲ στρατηγέειν μιν τῶν Λυδῶν οὐδαμῇ ἔτι ἐπὶ τοιοῦτο πρῆγμα ἐξέπεμπε · ἀκόντια δὲ καὶ δοράτια καὶ τά τοιαῦτα πάντα τοῖσι χρέωνται ἐς πόλεμον ἄνθρωποι , ἐκ τῶν ἀνδρεώνων ἐκκομίσας ἐς τοὺς θαλάμους συνένησε , μή τί οἱ κρεμάμενον τῷ παιδὶ ἐμπέσῃ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.