ἀπὸ δὲ Ἰωνίης ἀπαλλασσόμενος ὁ ναυτικὸς στρατὸς τὰ ἐπʼ ἀριστερὰ ἐσπλέοντι τοῦ Ἑλλησπόντου αἵρεε πάντα · τὰ γὰρ ἐπὶ δεξιὰ αὐτοῖσι τοῖσι Πέρσῃσι ὑποχείρια ἦν γεγονότα κατʼ ἤπειρον . εἰσὶ δὲ αἱ ἐν τῇ Εὐρώπῃ αἵδε τοῦ Ἑλλησπόντου , Χερσόνησός τε , ἐν τῇ πόλιες συχναὶ ἔνεισι , καὶ Πέρινθος καὶ τὰ τείχεα τὰ ἐπὶ Θρηίκης καὶ Σηλυμβρίη τε καὶ Βυζάντιον .
Βυζάντιοι μέν νυν καὶ οἱ πέρηθε Καλχηδόνιοι οὐδʼ ὑπέμειναν ἐπιπλέοντας τοὺς Φοίνικας , ἀλλʼ οἴχοντο ἀπολιπόντες τὴν σφετέρην ἔσω ἐς τὸν Εὔξεινον πόντον , καὶ ἐνθαῦτα πόλιν Μεσαμβρίην οἴκησαν . οἱ δὲ Φοίνικες κατακαύσαντες ταύτας τὰς χώρας τὰς καταλεχθείσας τρέπονται ἐπί τε Προκόννησον καὶ Ἀρτάκην , πυρὶ δὲ καὶ ταύτας νείμαντες ἔπλεον αὖτις ἐς τὴν Χερσόνησον ἐξαιρήσοντες τὰς ἐπιλοίπους τῶν πολίων , ὅσας πρότερον προσσχόντες οὐ κατέσυραν . ἐπὶ
δὲ Κύζικον οὐδὲ ἔπλωσαν ἀρχήν · αὐτοὶ γὰρ Κυζικηνοὶ ἔτι πρότερον τοῦ Φοινίκων ἐσπλόου ἐγεγόνεσαν ὑπὸ βασιλέϊ , Οἰβάρεϊ τῷ Μεγαβάζου ὁμολογήσαντες τῷ ἐν Δασκυλείῳ ὑπάρχῳ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.