Λευτυχίδης μὲν εἴπας ταῦτα , ὥς οἱ οὐδὲ οὕτω ἐσήκουον οἱ Ἀθηναῖοι , ἀπαλλάσσετο · οἱ δὲ Αἰγινῆται , πρὶν τῶν πρότερον ἀδικημάτων δοῦναι δίκας τῶν ἐς Ἀθηναίους ὕβρισαν Θηβαίοισι χαριζόμενοι , ἐποίησαν τοιόνδε . μεμφόμενοι τοῖσι Ἀθηναίοισι καὶ ἀξιοῦντες ἀδικέεσθαι , ὡς τιμωρησόμενοι τοὺς Ἀθηναίους παρεσκευάζοντο · καὶ ἦν γὰρ δὴ τοῖσι Ἀθηναίοισι πεντετηρὶς ἐπὶ Σουνίῳ , λοχήσαντες ὦν τὴν θεωρίδα νέα εἷλον πλήρεα ἀνδρῶν τῶν πρώτων Ἀθηναίων , λαβόντες δὲ τοὺς ἄνδρας ἔδησαν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.