ὡς δὲ ἐκ τῆς Δωρίδος ἐς τὴν Φωκίδα ἐσέβαλον , αὐτοὺς μὲν τοὺς Φωκέας οὐκ αἱρέουσι . οἳ μὲν γὰρ τῶν Φωκέων ἐς τὰ ἄκρα τοῦ Παρνησοῦ ἀνέβησαν . ἔστι δὲ καὶ ἐπιτηδέη δέξασθαι ὅμιλον τοῦ Παρνησοῦ ἡ κορυφή , κατὰ Νέωνα πόλιν κειμένη ἐπʼ ἑωυτῆς · Τιθορέα οὔνομα αὐτῇ · ἐς τὴν δὴ ἀνηνείκαντο καὶ αὐτοὶ ἀνέβησαν .
οἳ δὲ πλεῦνες αὐτῶν ἐς τοὺς Ὀζόλας Λοκροὺς ἐξεκομίσαντο , ἐς Ἄμφισσαν πόλιν τὴν ὑπὲρ τοῦ Κρισαίου πεδίου οἰκημένην . οἱ δὲ βάρβαροι τὴν χώρην πᾶσαν ἐπέδραμον τὴν Φωκίδα · Θεσσαλοὶ γὰρ οὕτω ἦγον τὸν στρατόν · ὁκόσα δὲ ἐπέσχον , πάντα ἐπέφλεγον καὶ ἔκειρον , καὶ ἐς τὰς πόλις ἐνιέντες πῦρ καὶ ἐς τὰ ἱρά .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.