τοιαύτη μὲν καὶ τοσαύτη ἡ Ἀσίη ἐστί , ἡ δὲ Λιβύη ἐν τῇ ἀκτῇ τῇ ἑτέρῃ ἐστί · ἀπὸ γὰρ Αἰγύπτου Λιβύη ἤδη ἐκδέκεται . κατὰ μέν νυν Αἴγυπτον ἡ ἀκτὴ αὕτη στεινή ἐστι · ἀπὸ γὰρ τῆσδε τῆς θαλάσσης ἐς τὴν Ἐρυθρὴν θάλασσαν δέκα μυριάδες εἰσὶ ὀργυιέων , αὗται δʼ ἂν εἶεν χίλιοι στάδιοι · τὸ δὲ ἀπὸ τοῦ στεινοῦ τούτου κάρτα πλατέα τυγχάνει ἐοῦσα ἡ ἀκτὴ ἥτις Λιβύη κέκληται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.