ταῦτα μὲν δὴ ταύτῃ ποιέεται , ἐν δὲ Βουσίρι πόλι ὡς ἀνάγουσι τῇ Ἴσι τὴν ὁρτήν , εἴρηται προτερόν μοι · τύπτονται μὲν γὰρ δὴ μετὰ τὴν θυσίην πάντες καὶ πᾶσαι , μυριάδες κάρτα πολλαὶ ἀνθρώπων · τὸν δὲ τύπτονται , οὔ μοι ὅσιον ἐστὶ λέγειν .
ὅσοι δὲ Καρῶν εἰσι ἐν Αἰγύπτῳ οἰκέοντες , οὗτοι δὲ τοσούτῳ ἔτι πλέω ποιεῦσι τούτων ὅσῳ καὶ τὰ μέτωπα κόπτονται μαχαίρῃσι , καὶ τούτῳ εἰσὶ δῆλοι ὅτι εἰσὶ ξεῖνοι καὶ οὐκ Αἰγύπτιοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.