τούτου δὲ Ἀρταΰκτεω τοῦ ἀνακρεμασθέντος προπάτωρ Ἀρτεμβάρης ἐστὶ ὁ Πέρσῃσι ἐξηγησάμενος λόγον τὸν ἐκεῖνοι ὑπολαβόντες Κύρῳ προσήνεικαν λέγοντα τάδε .
ἐπεὶ Ζεὺς Πέρσῃσι ἡγεμονίην διδοῖ , ἀνδρῶν δὲ σοὶ Κῦρε , κατελὼν Ἀστυάγην , φέρε , γῆν γὰρ ἐκτήμεθα ὀλίγην καὶ ταύτην τρηχέαν , μεταναστάντες ἐκ ταύτης ἄλλην σχῶμεν ἀμείνω . εἰσὶ δὲ πολλαὶ μὲν ἀστυγείτονες πολλαὶ δὲ καὶ ἑκαστέρω , τῶν μίαν σχόντες πλέοσι ἐσόμεθα θωμαστότεροι . οἰκὸς δὲ ἄνδρας ἄρχοντας τοιαῦτα ποιέειν · κότε γὰρ δὴ καὶ παρέξει κάλλιον ἢ ὅτε γε ἀνθρώπων τε πολλῶν ἄρχομεν πάσης τε τῆς Ἀσίης ;
Κῦρος δὲ ταῦτα ἀκούσας καὶ οὐ θωμάσας τὸν λόγον ἐκέλευε ποιέειν ταῦτα , οὕτω δὲ αὐτοῖσι παραίνεε κελεύων παρασκευάζεσθαι ὡς οὐκέτι ἄρξοντας ἀλλʼ ἀρξομένους · φιλέειν γὰρ ἐκ τῶν μαλακῶν χώρων μαλακοὺς γίνεσθαι · οὐ γὰρ τι τῆς αὐτῆς γῆς εἶναι καρπόν τε θωμαστὸν φύειν καὶ ἄνδρας ἀγαθοὺς τὰ πολέμια .
ὥστε συγγνόντες Πέρσαι οἴχοντο ἀποστάντες , ἑσσωθέντες τῇ γνώμῃ πρὸς Κύρου , ἄρχειν τε εἵλοντο λυπρὴν οἰκέοντες μᾶλλον ἢ πεδιάδα σπείροντες ἄλλοισι δουλεύειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.