ταῦτά τε δὴ ὦν ἐπιτελέα ἐγίνετο καὶ ὁ Κῦρος παραλαβὼν τὸν λαγὸν ἀνέσχισε · εὑρὼν δὲ ἐν αὐτῷ τὸ βυβλίον ἐνεὸν λαβὼν ἐπελέγετο , τὰ δὲ γράμματα ἔλεγε τάδε . ὦ παῖ Καμβύσεω , σὲ γὰρ θεοὶ ἐπορῶσι · οὐ γὰρ ἂν κοτὲ ἐς τοσοῦτο τύχης ἀπίκευ · σύ νυν Ἀστυάγεα τὸν σεωυτοῦ φονέα τῖσαι .
κατὰ μὲν γὰρ τὴν τούτου προθυμίην τέθνηκας , τὸ δὲ κατὰ θεούς τε καὶ ἐμὲ περίεις · τά σε καὶ πάλαι δοκέω πάντα ἐκμεμαθηκέναι , σέο τε αὐτοῦ περὶ ὡς ἐπρήχθη , καὶ οἷα ἐγὼ ὑπὸ Ἀστυάγεος πέπονθα , ὅτι σε οὐκ ἀπέκτεινα ἀλλὰ ἔδωκα τῷ βουκόλῳ . σύ νυν , ἢν βούλῃ ἐμοὶ πείθεσθαι , τῆς περ Ἀστυάγης ἄρχει χώρης , ταύτης ἁπάσης ἄρξεις . Πέρσας γὰρ ἀναπείσας ἀπίστασθαι στρατηλάτεε ἐπὶ Μήδους ·
καὶ ἤν τε ἐγὼ ὑπὸ Ἀστυάγεος ἀποδεχθέω στρατηγὸς ἀντία σεῦ , ἔστι τοι τὰ σὺ βούλεαι , ἤν τε τῶν τις δοκίμων ἄλλος Μήδων · πρῶτοι γὰρ οὗτοι ἀποστάντες ἀπʼ ἐκείνου καὶ γενόμενοι πρὸς σέο Ἀστυάγεα καταιρέειν πειρήσονται . ὡς ὦν ἑτοίμου τοῦ γε ἐνθάδε ἐόντος , ποίεε ταῦτα καὶ ποίεε κατὰ τάχος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.