τούτους δὲ τοὺς δύο Δελφοὶ λέγουσι εἶναι ἐπιχωρίους ἥρωας , Φύλακόν τε καὶ Αὐτόνοον , τῶν τὰ τεμένεα ἐστὶ περὶ τὸ ἱρόν , Φυλάκου μὲν παρʼ αὐτὴν τὴν ὁδὸν κατύπερθε τοῦ ἱροῦ τῆς Προναίης , Αὐτονόου δὲ πέλας τῆς Κασταλίης ὑπὸ τῇ Ὑαμπείῃ κορυφῇ .
οἱ δὲ πεσόντες ἀπὸ τοῦ Παρνησοῦ λίθοι ἔτι καὶ ἐς ἡμέας ἦσαν σόοι , ἐν τῷ τεμένεϊ τῆς Προναίης Ἀθηναίης κείμενοι , ἐς τὸ ἐνέσκηψαν διὰ τῶν βαρβάρων φερόμενοι . τούτων μέν νυν τῶν ἀνδρῶν αὕτη ἀπὸ τοῦ ἱροῦ ἀπαλλαγὴ γίνεται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.