φαμένου δὲ καὶ ταῦτα ἑτοίμου εἶναι ποιέειν τοῦ Πρηξάσπεος , συγκαλέσαντες Πέρσας οἱ Μάγοι ἀνεβίβασαν αὐτὸν ἐπὶ πύργον καὶ ἀγορεύειν ἐκέλευον . ὁ δὲ τῶν μὲν ἐκεῖνοι προσεδέοντο αὐτοῦ , τούτων μὲν ἑκὼν ἐπελήθετο , ἀρξάμενος δὲ ἀπʼ Ἀχαιμένεος ἐγενεηλόγησε τὴν πατριὴν τὴν Κύρου , μετὰ δὲ ὡς ἐς τοῦτον κατέβη τελευτῶν ἔλεγε ὅσα ἀγαθὰ Κῦρος Πέρσας πεποιήκοι ,
διεξελθὼν δὲ ταῦτα ἐξέφαινε τὴν ἀληθείην , φάμενος πρότερον μὲν κρύπτειν ( οὐ γάρ οἱ εἶναι ἀσφαλὲς λέγειν τὰ γενόμενα) , ἐν δὲ τῷ παρεόντι , ἀναγκαίην μιν καταλαμβάνειν φαίνειν . καὶ δὴ ἔλεγε τὸν μὲν Κύρου Σμέρδιν ὡς αὐτὸς ὑπὸ Καμβύσεω ἀναγκαζόμενος ἀποκτείνειε , τοὺς Μάγους δὲ βασιλεύειν . Πέρσῃσι
δὲ πολλὰ ἐπαρησάμενος εἰ μὴ ἀνακτησαίατο ὀπίσω τὴν ἀρχὴν καὶ τοὺς Μάγους τισαίατο , ἀπῆκε ἑωυτὸν ἐπὶ κεφαλὴν φέρεσθαι ἀπὸ τοῦ πύργου κάτω . Πρηξάσπης μέν νυν ἐὼν τὸν πάντα χρόνον ἀνὴρ δόκιμος οὕτω ἐτελεύτησε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.