οὗτοι μέν νυν τὴν πανσέληνον ἔμενον . τοῖσι δὲ βαρβάροισι κατηγέετο Ἱππίης ὁ Πεισιστράτου ἐς τὸν Μαραθῶνα , τῆς παροιχομένης νυκτὸς ὄψιν ἰδὼν τοιήνδε · ἐδόκεε ὁ Ἱππίης τῇ μητρὶ τῇ ἑωυτοῦ συνευνηθῆναι .
συνεβάλετο ὦν ἐκ τοῦ ὀνείρου κατελθὼν ἐς τὰς Ἀθήνας καὶ ἀνασωσάμενος τὴν ἀρχὴν τελευτήσειν ἐν τῇ ἑωυτοῦ γηραιός . ἐκ μὲν δὴ τῆς ὄψιος συνεβάλετο ταῦτα , τότε δὲ κατηγεόμενος τοῦτο μὲν τὰ ἀνδράποδα τὰ ἐξ Ἐρετρίης ἀπέβησε ἐς τὴν νῆσον τὴν Στυρέων , καλεομένην δὲ Αἰγλείην , τοῦτο δὲ καταγομένας ἐς τὸν Μαραθῶνα τὰς νέας ὅρμιζε οὗτος , ἐκβάντας τε ἐς γῆν τοὺς βαρβάρους διέτασσε . καί
οἱ ταῦτα διέποντι ἐπῆλθε πταρεῖν τε καὶ βῆξαι μεζόνως ἢ ὡς ἐώθεε · οἷα δέ οἱ πρεσβυτέρῳ ἐόντι τῶν ὀδόντων οἱ πλεῦνες ἐσείοντο · τούτων ὦν ἕνα τῶν ὀδόντων ἐκβάλλει ὑπὸ βίης βήξας · ἐκπεσόντος δὲ ἐς τὴν ψάμμον αὐτοῦ ἐποιέετο σπουδὴν πολλὴν ἐξευρεῖν . ὡς
δὲ οὐκ ἐφαίνετό οἱ ὁ ὀδών , ἀναστενάξας εἶπε πρὸς τοὺς παραστάτας ἡ γῆ ἥδε οὐκ ἡμετέρη ἐστί , οὐδέ μιν δυνησόμεθα ὑποχειρίην ποιήσασθαι · ὁκόσον δέ τι μοι μέρος μετῆν , ὁ ὀδὼν μετέχει .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.