ξεινικοῖσι δὲ νομαίοισι καὶ οὗτοι φεύγουσι αἰνῶς χρᾶσθαι , μήτε τεῶν ἄλλων , Ἑλληνικοῖσι δὲ καὶ ἥκιστα , ὡς διέδεξαν Ἀνάχαρσις τε καὶ δεύτερα αὖτις Σκύλης .
τοῦτο μὲν γὰρ Ἀνάχαρσις ἐπείτε γῆν πολλὴν θεωρήσας καὶ ἀποδεξάμενος κατʼ αὐτὴν σοφίην πολλὴν ἐκομίζετο ἐς ἤθεα τὰ Σκυθέων , πλέων διʼ Ἑλλησπόντου προσίσχει ἐς Κύζικον . καὶ
εὗρε γὰρ τῇ μητρὶ τῶν θεῶν ἀνάγοντας τοὺς Κυζικηνοὺς ὁρτὴν μεγαλοπρεπέως κάρτα , εὔξατο τῇ μητρὶ ὁ Ἀνάχαρσις , ἢν σῶς καὶ ὑγιὴς ἀπονοστήσῃ ἐς ἑωυτοῦ , θύσειν τε κατὰ ταὐτὰ κατὰ ὥρα τοὺς Κυζικηνοὺς ποιεῦντας καὶ παννυχίδα στήσειν . ὡς
δὲ ἀπίκετο ἐς τὴν Σκυθικήν καταδὺς ἐς τὴν καλεομένην Ὑλαίην (ἡ δʼ ἔστι μὲν παρὰ τὸν Ἀχιλλήιον δρόμον , τυγχάνει δὲ πᾶσα ἐοῦσα δενδρέων παντοίων πλέη) , ἐς ταύτην δὴ καταδὺς ὁ Ἀνάχαρσις τὴν ὁρτὴν ἐπετέλεε πᾶσαν τῇ θεῷ , τύμπανον τε ἔχων καὶ ἐκδησάμενος ἀγάλματα . καὶ
τῶν τις Σκυθέων καταφρασθεὶς αὐτὸν ταῦτα ποιεῦντα ἐσήμηνε τῷ βασιλέι Σαυλίω · ὁ δὲ καὶ αὐτὸς ἀπικόμενος ὡς εἶδε τὸν Ἀνάχαρσιν ποιεῦντα ταῦτα , τοξεύσας αὐτὸν ἀπέκτεινε . καὶ νῦν ἤν τις εἴρηται περὶ Ἀναχάρσιος , οὐ φασί μιν Σκύθαι γινώσκειν , διὰ τοῦτο ὅτι ἐξεδήμησέ τε ἐς τὴν Ἑλλάδα καὶ ξεινικοῖσι ἔθεσι διεχρήσατο . ὡς δʼ
ἐγὼ ἤκουσα Τύμνεω τοῦ Ἀριαπείθεος ἐπιτρόπου , εἶναι αὐτὸν Ἰδανθύρσου τοῦ Σκυθέων βασιλέος πάτρων , παῖδα δὲ εἶναι Γνούρου τοῦ Λύκου τοῦ Σπαργαπείθεος . εἰ ὦν ταύτης ἦν τῆς οἰκίης ὁ Ἀνάχαρσις , ἴστω ὑπὸ τοῦ ἀδελφεοῦ ἀποθανών · Ἰδάνθυρσος γὰρ ἦν παῖς Σαυλίου , Σαύλιος δὲ ἦν ὁ ἀποκτείνας Ἀνάχαρσιν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.