περὶ μέν νυν τούτους οὕτω εἶχε · τὸ δὲ πλῆθος τῶν νεῶν ἐν τῇ Σαλαμῖνι ἐκεραΐζετο , αἳ μὲν ὑπʼ Ἀθηναίων διαφθειρόμεναι αἳ δὲ ὑπʼ Αἰγινητέων . ἅτε γὰρ τῶν μὲν Ἑλλήνων σὺν κόσμῳ ναυμαχεόντων καὶ κατὰ τάξιν , τῶν δὲ βαρβάρων οὔτε τεταγμένων ἔτι οὔτε σὺν νόῳ ποιεόντων οὐδέν , ἔμελλε τοιοῦτό σφι συνοίσεσθαι οἷόν περ ἀπέβη . καίτοι ἦσάν γε καὶ ἐγένοντο ταύτην τὴν ἡμέρην μακρῷ ἀμείνονες αὐτοὶ ἑωυτῶν ἢ πρὸς Εὐβοίῃ , πᾶς τις προθυμεόμενος καὶ δειμαίνων Ξέρξην , ἐδόκεέ τε ἕκαστος ἑωυτὸν θεήσασθαι βασιλέα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.