ἀπὸ δὲ Αὐγίλων διὰ δέκα ἡμερέων ἀλλέων ὁδοῦ ἕτερος ἁλὸς κολωνὸς καὶ ὕδωρ καὶ φοίνικες καρποφόροι πολλοί , κατά περ καὶ ἐν τοῖσι ἑτέροισι · καὶ ἄνθρωποι οἰκέουσι ἐν αὐτῷ τοῖσι οὔνομα Γαράμαντες ἐστί , ἔθνος μέγα ἰσχυρῶς , οἳ ἐπὶ τὸν ἅλα γῆν ἐπιφορέοντες οὕτω σπείρουσι . συντομώτατον
δʼ ἐστὶ ἐς τοὺς Λωτοφάγους , ἐκ τῶν τριήκοντα ἡμερέων ἐς αὐτοὺς ὁδός ἐστι · ἐν τοῖσι καὶ οἱ ὀπισθονόμοι βόες γίνονται · ὀπισθονόμοι δὲ διὰ τόδε εἰσι . τὰ κέρεα ἔχουσι κεκυφότα ἐς τὸ ἔμπροσθε · διὰ
τοῦτο ὀπίσω ἀναχωρέοντες νέμονται · ἐς γὰρ τὸ ἔμπροσθε οὐκ οἷοι τε εἰσὶ προεμβαλλόντων ἐς τὴν γῆν τῶν κερέων . ἄλλο δὲ οὐδὲν διαφέρουσι τῶν ἄλλων βοῶν ὅτι μὴ τοῦτο καὶ τὸ δέρμα ἐς παχύτητά τε καὶ τρῖψιν . οἱ
Γαράμαντες δὴ οὗτοι τοὺς τρωγλοδύτας Αἰθίοπας θηρεύουσι τοῖσι τεθρίπποισι · οἱ γὰρ τρωγλοδύται Αἰθίοπες πόδας τάχιστοι ἀνθρώπων πάντων εἰσὶ τῶν ἡμεῖς πέρι λόγους ἀποφερομένους ἀκούομεν . σιτέονται δὲ οἱ τρωγλοδύται ὄφις καὶ σαύρους καὶ τὰ τοιαῦτα τῶν ἑρπετῶν · γλῶσσαν δὲ οὐδεμιῇ ἄλλῃ παρομοίην νενομίκασι , ἀλλὰ τετρίγασι κατά περ αἱ νυκτερίδες .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.