Δαρεῖος δὲ ὡς ἀπίκετο καὶ ὁ πεζὸς ἅμʼ αὐτῷ στρατὸς ἐπὶ τὸν Ἴστρον , ἐνθαῦτα διαβάντων πάντων Δαρεῖος ἐκέλευσε τούς τε Ἴωνας τὴν σχεδίην λύσαντας ἕπεσθαι κατʼ ἤπειρον ἑωυτῷ καὶ τὸν ἐκ τῶν νεῶν στρατόν .
μελλόντων δὲ τῶν Ἰώνων λύειν καὶ ποιέειν τὰ κελευόμενα , Κώης ὁ Ἐρξάνδρου στρατηγὸς ἐὼν Μυτιληναίων ἔλεξε Δαρείῳ τάδε , πυθόμενος πρότερον εἰ οἱ φίλον εἴη γνώμην ἀποδέκεσθαι παρὰ τοῦ βουλομένου ἀποδείκνυσθαι . ὦ
βασιλεῦ , ἐπὶ γῆν γὰρ μέλλεις στρατεύεσθαι τῆς οὔτε ἀρηρομένον φανήσεται οὐδὲν οὔτε πόλις οἰκεομένη · σύ νυν γέφυραν ταύτὴν ἔα κατὰ χώρην ἑστάναι , φυλάκους αὐτῆς λιπὼν τούτους οἵπερ μιν ἔζευξαν .
ἤν τε κατὰ νόον πρήξωμεν εὑρόντες Σκύθας , ἔστι ἄποδος ἡμῖν , ἤν τε καὶ μή σφεας εὑρεῖν δυνώμεθα , ἥ γε ἄποδος ἡμῖν ἀσφαλής · οὐ γὰρ ἔδεισά κω μὴ ἑσσωθέωμεν ὑπὸ Σκυθέων μάχῃ , ἁλλὰ μᾶλλον μὴ οὐ δυνάμενοι σφέας εὑρεῖν πάθωμεν τι ἀλώμενοι .
τάδε λέγειν φαίη τις ἄν με ἐμεωυτοῦ εἵνεκεν , ὡς καταμένω · ἐγὼ δὲ γνώμην μὲν τὴν εὕρισκον ἀρίστην σοί , βασιλεῦ , ἐς μέσον φέρω , αὐτὸς μέντοι ἕψομαί τοι καὶ οὐκ ἂν λειφθείην .
κάρτα τε ἥσθη τῇ γνώμῃ Δαρεῖος καὶ μιν ἀμείψατο τοῖσιδε . ξεῖνε Λέσβιε , σωθέντος ἐμεῦ ὀπίσω ἐς οἶκον τὸν ἐμὸν ἐπιφάνηθί μοι πάντως , ἵνα σε ἀντὶ χρηστῆς συμβουλίης χρηστοῖσι ἔργοισι ἀμείψωμαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.