οἱ μὲν δὴ Ἕλληνες κατὰ τάχος ἐβοήθεον διαταχθέντες , Δελφοὶ δʼ ἐν τούτῳ τῷ χρόνῳ ἐχρηστηριάζοντο τῷ θεῷ ὑπὲρ ἑωυτῶν καὶ τῆς Ἑλλάδος καταρρωδηκότες , καί σφι ἐχρήσθη ἀνέμοισι εὔχεσθαι · μεγάλους γὰρ τούτους ἔσεσθαι τῇ Ἑλλάδι συμμάχους .
Δελφοὶ δὲ δεξάμενοι τὸ μαντήιον πρῶτα μὲν Ἑλλήνων τοῖσι βουλομένοισι εἶναι ἐλευθέροισι ἐξήγγειλαν τὰ χρησθέντα αὐτοῖσι , καί σφι δεινῶς καταρρωδέουσι τὸν βάρβαρον ἐξαγγείλαντες χάριν ἀθάνατον κατέθεντο . μετὰ δὲ ταῦτα οἱ Δελφοὶ τοῖσι ἀνέμοισι βωμόν τε ἀπέδεξαν ἐν Θυίῃ , τῇ περ τῆς Κηφισοῦ θυγατρὸς Θυίης τὸ τέμενος ἐστί , ἐπʼ ἧς καὶ ὁ χῶρος οὗτος τὴν ἐπωνυμίην ἔχει , καὶ θυσίῃσι σφέας μετήισαν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.