ταῦτα μὲν τὰ ἐμπολέμια , τὰ δὲ ἄλλα τὰ εἰρηναῖα κατὰ τάδε σφι δέδοται . ἢν θυσίη τις δημοτελὴς ποιέηται , πρώτους ἐπὶ τὸ δεῖπνον ἵζειν τοὺς βασιλέας , καὶ ἀπὸ τούτων πρῶτον ἄρχεσθαι διπλήσια νέμοντας ἑκατέρῳ τὰ πάντα ἢ τοῖσι ἄλλοισι δαιτυμόνεσι , καὶ σπονδαρχίας εἶναι τούτων καὶ τῶν τυθέντων τὰ δέρματα .
νεομηνίας δὲ πάσας καὶ ἑβδόμας ἱσταμένου τοῦ μηνὸς δίδοσθαι ἐκ τοῦ δημοσίου ἱρήιον τέλεον ἑκατέρῳ ἐς Ἀπόλλωνος καὶ μέδιμνον ἀλφίτων καὶ οἴνου τετάρτην Λακωνικήν , καὶ ἐν τοῖσι ἀγῶσι πᾶσι προεδρίας ἐξαιρέτους . καὶ προξείνους ἀποδεικνύναι τούτοισι προσκεῖσθαι τοὺς ἂν ἐθέλωσι τῶν ἀστῶν , καὶ Πυθίους αἱρέεσθαι δύο ἑκάτερον . οἱ δὲ Πύθιοι εἰσὶ θεοπρόποι ἐς Δελφούς , σιτεόμενοι μετὰ τῶν βασιλέων τὰ δημόσια . μὴ
ἐλθοῦσι δὲ τοῖσι βασιλεῦσι ἐπὶ τὸ δεῖπνον ἀποπέμπεσθαί σφι ἐς τὰ οἰκία ἀλφίτων τε δύο χοίνικας ἑκατέρῳ καὶ οἴνου κοτύλην , παρεοῦσι δὲ διπλήσια πάντα δίδοσθαι · τὠυτὸ δὲ τοῦτο καὶ πρὸς ἰδιωτέων κληθέντας ἐπὶ δεῖπνον τιμᾶσθαι . τὰς
δὲ μαντηίας τὰς γινομένας τούτους φυλάσσειν , συνειδέναι δὲ καὶ τοὺς Πυθίους . δικάζειν δὲ μούνους τοὺς βασιλέας τοσάδε μοῦνα , πατρούχου τε παρθένου πέρι , ἐς τὸν ἱκνέεται ἔχειν , ἢν μή περ ὁ πατὴρ αὐτὴν ἐγγυήσῃ , καὶ ὁδῶν δημοσιέων πέρι · καὶ
ἤν τις θετὸν παῖδα ποιέεσθαι ἐθέλῃ , βασιλέων ἐναντίον ποιέεσθαι . καὶ παρίζειν βουλεύουσι τοῖσι γέρουσι ἐοῦσι δυῶν δέουσι τριήκοντα · ἢν δὲ μὴ ἔλθωσι , τοὺς μάλιστά σφι τῶν γερόντων προσήκοντας ἔχειν τὰ τῶν βασιλέων γέρεα , δύο ψήφους τιθεμένους , τρίτην δὲ τὴν ἑωυτῶν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.