καὶ τάδε ἄλλα Αἰγυπτίοισι ἐστὶ ἐξευρημένα , μείς τε καὶ ἡμέρη ἑκάστη θεῶν ὅτευ ἐστί , καὶ τῇ ἕκαστος ἡμέρῃ γενόμενος ὁτέοισι ἐγκυρήσει καὶ ὅκως τελευτήσει καὶ ὁκοῖός τις ἔσται . καὶ τούτοισι τῶν Ἑλλήνων οἱ ἐν ποιήσι γενόμενοι ἐχρήσαντο .
τέρατά τε πλέω σφι ἀνεύρηται ἢ τοῖσι ἄλλοισι ἅπασι ἀνθρώποισι · γενομένου γὰρ τέρατος φυλάσσουσι γραφόμενοι τὠποβαῖνον , καὶ ἤν κοτε ὕστερον παραπλήσιον τούτῳ γένηται , κατὰ τὠυτὸ νομίζουσι ἀποβήσεσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.