οἱ δὲ Ἕλληνες , ἐπείτε σφι ἀπέδοξε μήτʼ ἐπιδιώκειν ἔτι προσωτέρω τῶν βαρβάρων τὰς νέας μήτε πλέειν ἐς τὸν Ἑλλήσποντον λύσοντας τὸν πόρον , τὴν Ἄνδρον περικατέατο ἐξελεῖν ἐθέλοντες .
πρῶτοι γὰρ Ἄνδριοι νησιωτέων αἰτηθέντες πρὸς Θεμιστοκλέος χρήματα οὐκ ἔδοσαν , ἀλλὰ προϊσχομένου Θεμιστοκλέος λόγον τόνδε , ὡς ἥκοιεν Ἀθηναῖοι περὶ ἑωυτοὺς ἔχοντες δύο θεοὺς μεγάλους , πειθώ τε καὶ ἀναγκαίην , οὕτω τέ σφι κάρτα δοτέα εἶναι χρήματα , ὑπεκρίναντο πρὸς ταῦτα λέγοντες ὡς κατὰ λόγον ἦσαν ἄρα αἱ Ἀθῆναι μεγάλαι τε καὶ εὐδαίμονες , αἳ καὶ θεῶν χρηστῶν ἥκοιεν εὖ , ἐπεὶ
Ἀνδρίους γε εἶναι γεωπείνας ἐς τὰ μέγιστα ἀνήκοντας , καὶ θεοὺς δύο ἀχρήστους οὐκ ἐκλείπειν σφέων τὴν νῆσον ἀλλʼ αἰεὶ φιλοχωρέειν , πενίην τε καὶ ἀμηχανίην , καὶ τούτων τῶν θεῶν ἐπηβόλους ἐόντας Ἀνδρίους οὐ δώσειν χρήματα · οὐδέκοτε γὰρ τῆς ἑωυτῶν ἀδυναμίης τὴν Ἀθηναίων δύναμιν εἶναι κρέσσω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.